Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.146 Joseph. AJ 3.151 (English) >>Joseph. AJ 3.156

3.149ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής· ἐξεδέχετο γὰρ γῆ τὸ ἀπὸ τῆς ἐσχάρας πῦρ καταφερόμενον τῆς βάσεως διὰ παντὸς οὐχ ὑποκειμένης. 3.150ἀντικρὺ δʼ ἐτίθεντο τοῦ χρυσέου οἰνοχόαι τε καὶ φιάλαι σὺν θυΐσκαις καὶ κρατῆρσιν ἦσαν ὅσα τε ἄλλα πρὸς τὰς ἱερουργίας πεποίητο χρύσεα πάντα ὑπῆρχε. καὶ μὲν σκηνὴ τοιαύτη τε ἦν καὶ τὰ περὶ αὐτὴν σκεύη. 3.151

Γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαὶ πᾶσί τε τοῖς ἄλλοις, οὓς χαναναίας καλοῦσι, καὶ δὴ καὶ τῷ ἀρχιερεῖ, ὃν ἀραβάχην προσαγορεύουσι· σημαίνει δὲ ἀρχιερέα. τὴν μὲν οὖν τῶν ἄλλων στολὴν τοιαύτην εἶναι συμβέβηκεν. 3.152ὅταν δὲ προσίῃ ταῖς ἱερουργίαις ἱερεὺς ἡγνευκὼς ἣν νόμος ἁγνείαν προαγορεύει, πρῶτον μὲν περιτίθεται τὸν μαναχάσην λεγόμενον· βούλεται δὲ τοῦτο συνακτῆρα μὲν δηλοῦν, διάζωμα δʼ ἐστὶ περὶ τὰ αἰδοῖα ῥαπτὸν ἐκ βύσσου κλωστῆς εἰργασμένον ἐμβαινόντων εἰς αὐτὸ τῶν ποδῶν ὥσπερ εἰς ἀναξυρίδας, ἀποτέμνεται δὲ ὑπὲρ ἥμισυ καὶ τελευτῆσαν ἄχρι τῆς λαγόνος περὶ αὐτὴν ἀποσφίγγεται. 3.153

Ἐπὶ δὲ τούτῳ λίνεον ἔνδυμα διπλῆς φορεῖ σινδόνος βυσσίνης, χεθομένη μὲν καλεῖται, λίνεον δὲ τοῦτο σημαίνει· χέθον γὰρ τὸ λίνον ἡμεῖς καλοῦμεν. ἔστι δὲ τοῦτο τὸ ἔνδυμα ποδήρης χιτὼν περιγεγραμμένος τῷ σώματι καὶ τὰς χειρῖδας περὶ τοῖς βραχίοσιν κατεσφιγμένος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.146 Joseph. AJ 3.151 (English) >>Joseph. AJ 3.156

Powered by PhiloLogic